Σημειώσεις Αφήγησης Ανωνύμου
- [←1]
-
P. Gautier (επιμ.), Un récit inédit u siège de Constantinople par les Turcs (1394-1402), Revue des études byzantines 23 (1965), 100-117.
- [←2]
-
Αυτή η μακρά και αμήχανη εισαγωγή συντάχθηκε όταν η αρχική συλλογή των θαυμάτων της Παναγίας, τής οποίας αποτελούσε μέρος, χωρίστηκε σε τρεις ανεξάρτητες αφηγήσεις.
- [←3]
-
Διήγησις περὶ τοῦ γεγονότος θαύματος παρὰ τῆς ὑπεραγίας Θεοτόκου ἐν ταῖς ἡμέραις τοῦ εὐσεβεστάτου βασιλέως κῦρ Μανουὴλ τοῦ Παλαιολόγου, ἡνίκα, τῆς μεγαλοπόλεως ὑπὸ τῶν Ἀγαρηνῶν ἁλῶναι κινδυνευούσης, ἐπελθὼν ἐξαίφνης κατὰ τῶν Ἀγαρηνῶν ὁ Πέρσης καὶ, πολέμου μεγάλου συγκροτηθέντος ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, τό τε τῶν Ἀγαρηνῶν στράτευμα διελύθη ἀκόσμως καὶ ὁ τούτων ἔξαρχος ἑάλω Παγιαζίτης, ἥ τε πόλις ἐλευθερίας ἔτυχε παντελοῦς καὶ τῶν ἐπῃρτημένων αὐτῇ φόβων ἀπηλλάγη προνοίᾳ τῆς ὑπεραγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
- [←4]
-
Πολύ σαφής υπαινιγμός σε προηγούμενες αφηγήσεις.
- [←5]
-
Οὐ ταῦτα δὲ μόνον τὰ παράδοξα γεγόνασι θαύματα κατὰ διαφόρους καιρούς τε καὶ χρόνους ὑπὸ τῆς πανάγνου καὶ θεομήτορος, ἀλλὰ καὶ νῦν ἐπὶ τῆς βασιλείας τοῦ Παλαιολόγων γένους ἕτερον αὖθις γέγονε θαῦμα κατ’ οὐδέν τι μεῖον τῶν προρρηθέντων θαυμάτων, εἰ μὴ καὶ μᾶλλον ἔχοι τις αὐτὸ λέγειν τοῖς προηγησαμένοις ἴσον ἤ παραπλήσιον ὅ δὴ καὶ ὁ λόγος δηλώσων ἔρχεται.
- [←6]
-
Από το 830 περίπου μέχρι το 1204. Ο χαλίφης Μουτασίμ των Αββασιδών κατέλαβε την Άγκυρα στις 22 Ιουλίου 838 και το Αμόριο στις 12 Αυγούστου.
- [←7]
-
Το 1352, οι Οθωμανοί κατέλαβαν το φρούριο Τζύμπη κοντά στην Καλλίπολη, ενώ τον Μάρτιο τού 1354 ο Σουλεϊμάν, γιος τού σουλτάνου Ορχάν, κατέλαβε την Καλλίπολη.
- [←8]
-
Ο συγγραφέας ορίζει τούς λαούς των Βαλκανίων με αρχαϊκό στιλ: Ιλλυριοί, Τριβαλλοί και Παίονες.
- [←9]
-
Ο Ιωάννης Ε' Παλαιολόγος βασίλευσε από το 1341 μέχρι τις 16 Φεβρουαρίου 1391.
- [←10]
-
Ο Βαγιαζήτ διαδέχθηκε τον πατέρα του Μουράτ Α’, που σκοτώθηκε κατά τη διάρκεια τής Πρώτης Μάχης τού Κοσσυφοπεδίου στις 15 Ιουνίου 1389.
- [←11]
-
Ο Μανουήλ, γιος τού Ιωάννη Ε' Παλαιολόγου, βασίλευσε την περίοδο 1391-1425, αλλά είχε στεφθεί συναυτοκράτορας στις 25 Σεπτεμβρίου 1373.
- [←12]
-
Ήδη την άνοιξη τού 1373 ο πατέρας του Ιωάννης Ε' Παλαιολόγος είχε συνοδεύσει τον σουλτάνο Μουράτ Α’ σε εκστρατεία στη Μικρά Ασία. Αλλά ο Μανουήλ δεν βοήθησε τον σουλτάνο μόνο εναντίον των Σελτζούκων. Ο Βαγιαζήτ τον ανάγκασε το 1390-1391 περίπου να κατακτήσει για λογαρισμό του τη βυζαντινή πόλη τής Φιλαδέλφειας.
- [←13]
-
Το 1390, ο Βαγιαζήτ απείλησε τον Ιωάννη Ε’ ότι θα τύφλωνε τον γιο του Μανουήλ, αν ο αυτοκράτορας δεν σταματούσε αμέσως να οχυρώνει την Κωνσταντινούπολη.
- [←14]
-
Ο αποκλεισμός τής Κωνσταντινούπολης ξεκίνησε το 1394 ή το 1395.
- [←15]
-
Ο Μανουήλ ξεκίνησε για την Ιταλία στις 10 Δεκεμβρίου 1399. Αφού έμεινε στη Βενετία, στη Γαλλία και στην Αγγλία, επέστρεψε στην Κωνσταντινούπολη στις 9 Ιουνίου 1403.
- [←16]
-
Άβυδος: πόλη τής Μικράς Ασίας στην είσοδο των Δαρδανελλίων. Σηστός: πόλη των Δαρδανελλίων (Ελλησπόντου) απέναντι από την Άβυδο.
- [←17]
-
Τοῦ γὰρ ἀθέου τῶν Ἀγαρηνῶν ἔθνους, καθὼς καὶ ἐν τοῖς ἄνωθεν εἴρηται λόγοις, διὰ τὰς ἡμῶν ἀμαρτίας ὑπερεκχυθέντος ἀπὸ τῶν ὁρίων αὐτοῦ εἰς πλῆθος ἐπιδεδωκότος ἀριθμοῦ κρεῖττον, γῆς τε ἁπάσης καὶ θαλάττης σχεδὸν ἐπιλαθομένου καὶ οὐδένα τόπον καταλελοιπότος τῆς ἑαυτοῦ πλεονεξίας ἀπείρατον, πολλάκις μὲν συνέβη τὴν Ῥωμαίων ἀρχὴν ἐσχάταις περιπεσεῖν ὑπ' αὐτῶν συμφοραῖς, περιαιρεθεῖσαν πόλεις τε καὶ χώρας καὶ προσόδους καὶ τἄλλα πάντα ἅ τείχη τῆς Ῥωμαίων ἀσφαλείας ἐστίν. Ὅμως γε μὴν συνέβαινε πάλιν μετὰ μικρὸν ὥσπερ ἀναφέρειν αὐτὴν τῶν κακῶν, τῶν μιαιφόνων ἐκείνων ἀναστρεφόντων εἰς τὰ οἰκεῖα. Εἰ γὰρ καὶ τὰς ἐπαρχίας ἐδῄουν ἐπερχόμενοι καὶ μυρίων κακῶν ἐνεπίμπλασαν τὴν ὑπὸ Ῥωμαίους, ἀλλ' οἷα δὴ κλέπται καὶ λησταὶ σκύλων ἐμπιπλάμενοι καὶ τῆς ἄλλης ὠφελείας πάλιν ἐπανέστρεφον ὅθεν ἐξῄεσαν καὶ τοῦτο ποιοῦντες οὑτωσὶ διετέλουν ἀπὸ τῶν Θεοφίλου τοῦ βασιλέως μάλιστα χρόνων ἕως τῆς ἁλώσεως Κωνσταντινουπόλεως ὑπὸ Λατίνων γενομένης. Τηνικαῦτα δὲ τῶν ῥωμαϊκῶν σκήπτρων παντελῶς ὑποκλιθέντων καὶ ταπεινωθέντων καὶ τῆς βασιλείας μηκέτι δυναμένης ἀντέχειν τηλικούτοις καὶ τοσούτοις θηρίοις πανταχόθεν ἐπικειμένοις, τότε δὴ τότε καὶ οἱ βάρβαροι λοιπὸν οὗτοι κατὰ πολλὴν τὴν τοῦ κωλύσοντος ἐρημίαν ὀλίγου τὸ μεταξὺ διαλιπόντος χρόνου μετὰ τὴν ἅλωσιν κατέδραμον μὲν τὰ λοιπὰ τῆς ἀνατολῆς ὅσα ἐκ πολλῶν ὀλίγα ὑπολειφθέντα Ῥωμαίοις ὑπήκοα ἦν. κατὰ μικρὸν δ' ἐπιόντες καὶ εἰς τὴν Εὐρώπην διαβαίνουσι καὶ διαφθείρουσι μὲν Θρᾴκην ἅπασαν καὶ Μακεδονίαν, δουλοῦνται δὲ καὶ τὴν βασιλείαν τῶν Βουλγάρων μεγάλην οὖσαν καὶ πολυάνθρωπον, οὐδὲ τῶν Ἰλλυριῶν τε καὶ Τριβαλλῶν αὐτοῖς ἀντισχεῖν δυνηθέντων, ἀλλὰ τούτους τε καὶ Παίονας ὁμοῦ χειρωσάμενοι, διὰ πάσης ὡς εἰπεῖν ᾔεσαν τῆς Εὐρώπης δουλούμενοι καὶ διαφθείροντες τὸ προστυχόν, νῦν μὲν πολέμου νόμῳ, νῦν δὲ ἀμαχεί, καὶ πολλῶν αὐτοῖς ἐναντιωθῆναι προθυμηθέντων οὐδέν τι πλέον ἐντεῦθεν ἐγίγνετο, ἀλλ' ἦσαν ἐπικρατέστεροι καὶ τούτων οἱ Ἀγαρηνοί. Ὅτε καὶ τῶν ἐν Εὐρώπῃ ῥωμαϊκῶν πόλεων αἱ πλείους, σεισμῷ καταπεσόντων αὐταῖς τῶν τειχῶν ὑπὸ μίαν ὥς φασι νύκτα, ὑποχείριοι τοῖς ἀσεβέσιν ἐγένοντο, καὶ ἦν ἐντεῦθεν οὐδὲν ἄλλο τοῖς καὶ ὁπωσοῦν ἐπαΐουσι συνορᾷν ἤ θεομηνίαν εἶναι τὰ γιγνόμενα καὶ τῶν ἡμετέρων ἀμαρτιῶν ἔκτισιν ὧν εἰς Θεὸν ἀφρόνως πεπαρῳνήκαμεν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους Ἰωάννου τοῦ εὐσεβεστάτου βασιλέως τοῦ Παλαιολόγου τὰ σκῆπτρα Ῥωμαίων ἰθύνοντος, παραλαμβάνει μὲν τὴν τῶν Ἀγαρηνῶν ἀρχὴν ὁ πάντας ἀνθρώπους ὑπερβαλὼν ἀσεβείᾳ τε καὶ ἀκολασίᾳ καὶ τοῖς ἄλλοις κακοῖς Παγιαζίτης ἐκεῖνος, Ῥωμαίων δὲ διαδέχεται τὴν ἡγεμονίαν ὁ τοῦ προρρηθέντος εὐσεβοῦς βασιλέως υἱὸς εὐσεβὴς βασιλεὺς Μανουὴλ ὁ Παλαιολόγος, ἀνὴρ τοσοῦτο πλεονεκτῶν ἐν ἀρετῇ τοὺς ἀρίστους τῶν πρὸ αὐτοῦ βασιλέων ὅσον ἐκεῖνος, εἰ θέμις εἰπεῖν, ἐκ τοῦ ἐναντίου πονηρίᾳ τοὺς πονηροὺς ὑπερέβαλλε· μᾶλλον δέ, εἰ χρὴ τό γε ἀκριβέστερον εἰπεῖν, ἄκρα τις ἀρετὴ πρὸς ἄκραν ἀντικειμένη πλέον ἤ ἐκ διαμέτρου κακίαν. Πλὴν ἀλλοῖα τὰ τοῦ Θεοῦ κρίματα. ὁ τοιοῦτος τὴν ἀρετὴν βασιλεὺς εἴκειν ἠναγκάζετο βαρβάρῳ δυσσεβεστάτῳ καὶ οὕτω τὰ Ῥωμαίων ἐταπεινώθησαν ἐν ἐκείνοις τοῖς χρόνοις ὡς μηδὲν ἄλλο σχεδὸν ὑπολειφθῆναι τῇ βασιλείᾳ πρὸς ἀφορμὴν προσόδων ἤ μόνην τὴν Κωνσταντινούπολιν. καὶ τί δεῖ τἄλλα λέγειν ὁπόσα πάσχειν ὁ εὐσεβὴς ἡμῶν βασιλεὺς ἠναγκάζετο, ἄνω καὶ κάτω ταῖς συνεχέσι στρατείαις ταλαιπωρούμενος ἅς συνδιαφέρειν τοῖς ἀσεβέσιν ἐπάναγκες ἦν αὐτῷ; διὰ γὰρ τούτου μάλιστα τὰς ὑπολοίπους τῶν ἐν Ἀσίᾳ πόλεων οἱ Ἀγαρηνοὶ ἐχειρώσαντο. Ἐπεὶ δέ, τούτων οὕτω γινομένων, ἀεὶ τὰ χείρω προὔβαινε καὶ μυρίων ἀνεπίμπλαντο Ῥωμαῖοι συμφορῶν, πᾶν εἶδος ὕβρεως ὑπὸ τῶν ἐχθρῶν ὑπομένοντες, καὶ ὁ εὐσεβέστατος βασιλεὺς μισθὸν κατεκρίθη τῆς μακρᾶς ἐκείνης ὑπηρεσίας λαβεῖν τὴν τῶν οἰκείων ὀφθαλμῶν ἐκκοπήν, εἰ καὶ διεκώλυσε τοῦτο προδήλως ὁ βουλὰς ἀρχόντων ἀθετῶν πονηράς, τὸ τῆς θείας φάναι γραφῆς, διαλύονται μὲν αἱ περὶ τῆς εἰρήνης δῆθεν συνθῆκαι Ῥωμαίων τε καὶ Ἀγαρηνῶν, ἥ τε πόλις ἀποκλείει τὰς πύλας καὶ πρὸς πόλεμον ἑαυτὴν εύτρεπίζει. Οὐ μὴν οὐδὲ τὰ τῶν ἐχθρῶν ὑπῆρχεν ἐν ἡρεμίᾳ, ἀλλὰ μυρίαι μηχαναὶ παρ’ αὐτῶν ἐκινοῦντο φανεραί τε καὶ ἀφανεῖς πρὸς τὸ τὴν πόλιν ἑλεῖν καὶ ἁπλῶς εἰπεῖν οὐδὲν εἶδος ὑπῆρχεν ἐπιβουλῆς ὅ τούτοις ἀπείρατον ἦν καθ' ἡμῶν. Συνεπέθετο δὲ τῇ παρὰ τῶν πολεμίων ἐφόδῳ καὶ λιμός, ἅτε δὴ καὶ τῆς καθ’ ἡμᾶς θαλάττης τῶν ἐχθρῶν παρὰ δόξαν κεκρατηκότων καὶ τὴν σιτοπομπίαν ὅση δύναμις κωλυόντων, ἦν τε ἀφόρητον τὸ κακὸν καὶ πάντα λόγον ὑπερβαίνον. Ἐντεῦθεν οἱ μὲν πλεῖστοι τῶν οἰκητόρων ἔφευγον εἰς τοὺς πολεμίους φανερῶς τε καὶ ἀφανῶς, τὸ δὲ περιλειπόμενον ἦν ἐν ἀθυμίᾳ πολλῇ. Βασιλεὺς δὲ ὁ φιλόχριστος μηδεμίαν ὁρῶν ἐγγύθεν τό γε εἰς ἀνθρώπους ἧκον βοήθειαν ἀπό τε Ἀσίας καὶ Εὐρώπης εἰς Ἰταλίαν ἔγνω δεῖν ἀποπλεῖν κἀκεῖθεν εἰ δύναιτο βοήθειαν εὑρέσθαι τῇ πόλει τινά· οὗ καὶ διαπλεύσαντος εἰς τὰς Γαλλίας καὶ τοῖς ἐκεῖσε ἄρχουσι περὶ συμμαχίας διαλεγομένου καὶ πείθοντος, εἰς τοσοῦτον ἀπορίας ἦλθεν ἡ πόλις ὑπό τε λιμοῦ καὶ τῶν ἄλλων συμφορῶν ὡς ἀπελπίσαι σχεδὸν ἅπαντας καὶ μηδὲν ἄλλο προσδοκᾷν ἤ ταύτην εὐθέως ἁλώσεσθαι, ἡνίκα ἄν δόξειε τοῖς ἐχθροῖς ἀποπειράσασθαι τῶν τειχῶν. Οὕτως ἐκενώθη τῶν οἰκητόρων καὶ τὸ πλεῖστον αὐτῆς μέρος παρὰ τοὺς ἐχθροὺς ηὐτομόλησεν. τὸ δὲ πλῆθος τῶν διὰ θαλάττης μὲν τὴν φυγὴν ποιουμένων ἀνδρῶν τε καὶ γυναικῶν, αἰχμαλωσίᾳ δὲ περιπεσόντων ἐν Ἀβύδῳ καὶ Σηστῷ, τίς ἀκριβῶς καταλέξαι δυνήσεται; Τοῖς γὰρ ἐχθροῖς περιττὸν ἐδόκει μέχρι πολλοῦ νόμῳ πολέμου πλησιάζειν τῷ τείχει τῆς πόλεως καὶ τούτου πειρᾶσθαι, ἐξὸν αὐτοῖς ἅπασαν ἔχειν διὰ τῶν φευγόντων ὁμοῦ καὶ ἀλισκομένων κατὰ γῆν τε καὶ θάλατταν, πάντα γὰρ ἄν τὸν λιμὸν καὶ τὴν ταλαιπωρίαν ἀνύσειν αὐτοῖς. Ἐπεὶ δὲ ἑώρων τὸν χρόνον μηκυνόμενον (η' ἔτη γὰρ ἠνύετο χρόνος ἀποκεκλεισμένῃ τῇ Κωνσταντίνου) καὶ ἅμα τὸ πλεῖστον αὐτῆς μέρος εἶχον ὑπὸ χεῖρα, εἴπερ χρὴ πόλιν ἀληθῶς τοὺς ἐνοικοῦντας καλεῖν, ἔδοξεν αὐτοῖς τοῦ λοιποῦ μὴ ἀμελητέα εἶναι, ἀλλὰ τὰ πρὸς πολιορκίαν αὐτῇ παρασκευάσαντας ἐπελθεῖν. Ἐντεῦθεν ἐπήγνυντο μὲν ὑπ' αὐτῶν ἑλεπόλεις ἐν Θρᾴκῃ, κλίμακες ἐξηρτύοντο, μηχαναὶ πᾶσαι πρὸς πολιορκίαν ἐπιμελῶς ἐσκευάζοντο, πάντα ἕτοιμα ἦν τοῖς ἐχθροῖς.
- [←18]
-
Ἀλλὰ τίς ἄν ἀξίως ἐξείποι τοῦ Θεοῦ τὰ θαυμάσια; Τίς δὲ τῆς Παρθένου καὶ Θεοτόκου τὴν ἄρρητον δύναμιν καὶ κηδεμονίαν ὑμνήσειεν, ἥν περὶ τὸ γένος ἡμῶν ἐπιδείκνυται; Ὄντων γὰρ ἐν παρασκευῇ τῶν ἐχθρῶν, ὥσπερ εἴρηται, καὶ τῆς ὡς ἡμᾶς ἀγούσης ἁψαμένων ὁδοῦ καὶ δυσὶν ἡμέραις, ὥς φασι, μελλόντων τοῖς τείχεσι προσάγειν, ὁ Σκύθης ἀγγέλλεται Τιμούρης ἐκ τῶν ἐνδοτάτω τῆς ἀνατολῆς μερῶν ἀπὸ Σούσων καὶ Ἐκβατάνων κατὰ τοῦ Παγιαζίτου ἐπιών, ὅς πρότερον καταδραμὼν τὴν Συρίαν ἅπασαν καὶ Δαμασκὸν κατὰ κράτος αἱρήσας καὶ πολλῶν καὶ ἀμυθήτων χρημάτων ἐντεῦθεν γενόμενος κύριος, ἐκπεριοδεύσας ἐπῄει τῷ Παγιαζίτῃ, στρατίαν ἐπαγόμενος ὅσην οὐ ρᾷδιον ἦν ἀποβαλεῖν ἀριθμῷ. Ἀντεπεξῄει δὲ αὐτῷ μετὰ θράσους πολλοῦ καὶ μείζονος τῆς μανίας καὶ ὁ τῶν Ἀγαρηνῶν ἀρχηγός, συναγαγὼν καὶ αὐτὸς οὐκ ἐλάχιστον στράτευμα ἀπό τε Ἀσίας καὶ Εὐρώπης καὶ τῶν ἄλλων ἐθνῶν ὅσα δοῦλα καὶ σύμμαχα τοῖς Ἀγαρηνοῖς ἦν. Καίπερ τοίνυν τηλικούτοις ὑποκείμενος κινδύνοις καὶ μέλλων ἀνδρὶ πολεμεῖν πολλὴν ἐμπειρίαν περὶ τὰ πολεμικὰ κεκτημένῳ ὡς ἔδειξεν ἐκ τῶν μετὰ ταῦτα ἔργων, οὐδὲ οὕτω μικρὸν τῆς καθ’ ἡμῶν ὑφῆκε μανίας, ἀλλ’ ἠπείλησε μεθ’ ὅρκων, ἄν τῶν ἐχθρῶν περιγένηται, τὴν μὲν πόλιν εὐθέως αἱρήσειν, ἱερὰ δὲ πάντα τὰ παρ’ ἡμῖν καί, πρὸ πάντων, τὸν μέγιστον τῆς τοῦ Θεοῦ Λόγου Σοφίας ναὸν ἀποδείξειν εἰς συναγωγὴν τοῖς Ἀγαρηνοῖς, τό τε σύμπαν φύλον ἡμῶν τῶν χριστιανῶν ἀναγκάσειν τὴν εἰς Χριστὸν ἐξομώσασθαι πίστιν καὶ πείσειν ἤλπιζε ῥᾳδίως. τῆς γὰρ πασῶν πόλεων ὑπερκειμένης ἁλούσης, ῥᾷον εἶναι τοῖς πολλοῖς τῶν χριστιανῶν εἶξαι τοῖς ἐκείνου προστάγμασι καὶ τὴν εὐσέβειαν ἐξομώσασθαι, κἀντεῦθεν λοιπὸν ὡς ἀπό τινος ὁρμώμενον ἀκροπόλεως πᾶσαν καταδραμεῖν εὐθέως καὶ δουλώσασθαι γῆν τε καὶ θάλατταν. Ταῦτα καὶ τὰ τοιαῦτα οὐ λόγος ἦν ἄλλως τῇ φήμῃ πλαττόμενος, ἀλλὰ παρέσχε τοῦτο σαφῶς καὶ ἀναντιρρήτως μαθεῖν ἐκεῖνος οὐκ ὀλίγοις τῶν τε ὁμοφύλων καὶ χριστιανῶν ὅσοι τηνικαῦτα παρέτυχον ὅτε, τοῦ στρατεύματος αὐτῷ τὴν ἡμετέραν πόλιν περιλαβόντος, αὐτὸς ἐπί τινος ἐστὼς λόφου καὶ θεώμενος τοὺς νεὼς τῆς πόλεως πυνθανόμενός τε περὶ ἑκάστου καὶ τὴν κλῆσιν ἐκμανθάνων, ἀπεχαρίζετο τούτους τοῖς υἱέσιν αὐτοῦ καὶ σατράπαις αὐτῷ, καταλιμπάνων μόνον τὸν μέγιστον τῆς τοῦ Θεοῦ Λόγου Σοφίας νεών. Ἀλλ’ ὁ μὲν οὕτως ὀνειροπολῶν ἦν τε καὶ φανταζόμενος, Θεὸς δὲ ἄρα ἐκύρου τὴν κατ’ ἐκείνου ψῆφον καὶ τὸ χρεών, ὡς ἄν εἴποι τις, ἐπεγέλα ταῖς ἐλπίσι τοῦ ἄφρονος.
- [←19]
-
Ο πατριάρχης Ματθαίος Α’, ο οποίος ενθρονίστηκε τον Νοέμβριο ή Δεκέμβριο τού 1397 είχε κατηγορηθεί το 1400 ότι ήθελε να παραδώσει την πόλη στον Βαγιαζήτ.
- [←20]
-
Ο Χαγκάν των Αβάρων που πολιόρκησαν την Κωνσταντινούπολη το 626.
- [←21]
-
Μικρῷ δὲ πρότερον ἤ συμβαλεῖν ἀλλήλοις τὸ σκυθικόν τε καὶ ἀγαρηνὸν στράτευμα, ἀπειπόντες οἱ τῆς Κωνσταντίνου οἰκήτορες, ἐκ πολλῶν ὀλίγοι περιλειφθέντες, καὶ νομίσαντες ἡμερωτέρου τυχεῖν ἐκείνου, νῦν γοῦν, εἰ δὲ μὴ πρότερον διὰ τὸ τοῦ μέλλοντος ἄδηλον, πέμπουσιν αὐτῷ πρεσβείαν ἄνδρας τῶν παρὰ σφίσιν ἐνδόξων, εἴκειν ἅπασιν ὁμολογοῦντες οἷς ἄν ἐκεῖνος ἐπιτάξειε ποιεῖν διὰ μόνον δουλείας ὡς μὴ ἐνὸν αὐτοῖς ἑκουσίως τὴν πόλιν καταπροδοῦναί ποτε. ὁ δὲ τούτους πρότερον διὰ τῶν αὐτοῦ σατραπῶν μυκτηρίσας εἰ τύχην ἁλωσομένων ἔχοντες τὰ νικώντων αὐτῷ προτείνουσιν ἀπράκτους ἀπέστειλεν, ὠμότερος κἄν τούτῳ χαγάνου τοῦ Σκύθου φανείς. ὁ μὲν γάρ, εἰ δὲ μὴ τἀληθῆ λέγων ἦν, ἀλλ’ οὖν ἐλευθερίαν ὑπισχνεῖτο τοῖς Κωνσταντινουπολίταις μετὰ τὴν ἅλωσιν καὶ τὸ γυμνοὺς ἐκεῖθεν ἐξιόντας ἀπελθεῖν ὅπου βούλονται. Παγιαζίτης δὲ οὐδὲ τοῦτο, ἀλλ’ ὡς ἔχων ἀκριβῶς τήν τε πόλιν καὶ τοὺς ἐνοικοῦντας οὐδ’ ὁτιοῦν πεπλασμένης εἶδος φιλανθρωπίας πρὸς τοὺς πρέσβεις ἡμῶν ἐνεδείξατο.
- [←22]
-
Τί τὸ ἐντεῦθεν; Ἀπογνόντες οἱ περιληφθέντες ἐνταῦθα χριστιανοὶ ἐκάθηντο, Θεῷ καὶ τῇ πανάγνῳ τούτου μητρὶ τὰ καθ’ ἑαυτοὺς ἐπιτρέψαντες, τὸ μέλλον ἀποσκοποῦντες, ὀνειροπολοῦντες ἅς ἔμελλον πείσεσθαι συμφοράς· οὐκ ἦν τοιγαροῦν οὐδαμόθεν ἀνθρωπίνης βοηθείας ἐλπίς, οὐκ ἦν οὐδ’ ἐπίπνοιαν εὕρασθαι πρὸς ἀποστροπὴν τοῦ κακοῦ· πάντες, ὡς εἰπεῖν, ἦσαν ἕτοιμοι μετὰ τὴν νίκην παραδώσειν ἑαυτοὺς ἀμαχητὶ τοῖς βαρβάροις· ᾤοντο γὰρ ὥσπερ ἄλλων πολλῶν πρότερον οὕτω δὴ καὶ Σκυθῶν καὶ Σαυροματῶν τοὺς Ἀγαρηνοὺς περιέσεσθαι καὶ διὰ τοῦτο ἀνέλπιστον εἶχον τὴν ἐπὶ τὸ ἐνάντιον μεταβολήν. ἀλλὰ τῶν ἀνθρώπων ἐξαπορησάντων ἔδει τὸν μόνον δυνατὸν καὶ φιλάνθρωπον Κύριον ἐπιδείξασθαι τὰ ἑαυτοῦ πρὸς ἡμᾶς, ἔδει τὸν τὸ ἴδιον αἷμα λύτρον ὑπὲρ ἡμῶν καὶ ἀντάλλαγμα δεδωκότα μὴ περιιδεῖν τῆς αὐτοῦ κληρονομίας τὸ κεφάλαιον, αὖθις ὑπὸ τῷ διαβόλῳ γενέσθαι κινδυνεύον καὶ παντελῶς, εἰ μὴ τύχοι βοηθείας τινός, ἀπολούμενον, καὶ τὴν πόλιν τὴν πασῶν ὑπερκειμένην τῶν πόλεων, τὸν τῆς οἰκουμένης ὀφθαλμόν, τὴν λαμπάδα τῆς εὐσεβείας, τὸ τῆς ἀρετῆς ἐργαστήριον, ἥ τὸ ἅγιον αὐτοῦ καὶ σεβάσμιον ὄνομα καθαρῶς ἐπικέκληται, μὴ παραδοῦναι εἰς χείρας ἐχθρῶν, ἀνόμων, ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πλέον ἤ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. Οὐκοῦν οὐδὲ προὔδωκεν, ἀλλὰ μνησθεὶς τῶν ἀπ’ αἰῶνος αὐτοῦ θαυμασίων καὶ ταῖς αἰτήσεσιν εἴξας τῆς ἀειπαρθένου μητρὸς αὐτοῦ, ᾗ τὴν πόλιν ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος ἀνέθηκεν καὶ ἥν ἡμεῖς σωτῆρα καὶ πολιοῦχον ἐπιγραφόμεθα, συγχωρεῖ στῆναι τὰ τῶν πειρασμῶν ἐνταυθοῖ καὶ δίδωσιν ἐλευθερίαν παντελῆ τῶν δεινῶν.
- [←23]
-
Καὶ ὁ τρόπος οἷος; Λεγέσθω γὰρ οὗτος μεθ’ ἡδονῆς καὶ παραδεδόσθω ταῖς μεθ’ ἡμᾶς γενεαῖς τὸ διήγημα κηρύττον τοῦ Θεοῦ Λόγου καὶ τῆς αὐτοῦ μητρὸς τὰ θαυμάσια. Στρατοπεδεύεται μὲν ἐν Ἀγκύρᾳ ὁ Σκύθης Τιμούρης μετὰ τοσούτου θυμοῦ καὶ φρονήματος ὡς μηδ' ἄν, εἴ τι καὶ γένοιτο, ἀνήσων τὸ μὴ οὐ κακὸν κακῶς ἀπολέσαι τὸν ἐχθρόν.
- [←24]
-
28 Ιουλίου 1402.
- [←25]
-
Ἀντεπεξάγει δὲ κατ’ αὐτοῦ τὰς ἰδίας δυνάμεις μεθ’ ὁμοίας ἤ καὶ μείζονος τῆς μανίας ὁ τὴν πονηρίαν ἀπαράμιλλος Παγιαζίτης. καὶ συμβολῆς γενομένης ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, οἱ τοῦ Παγιαζίτου σατράπαι καὶ οἷς μάλιστα ἐκεῖνος ἐπίστευε μηδὲ τὴν πρώτην ὑπομείναντες προσβολήν, νῶτα δεδωκότες τοῖς ἐχθροῖς ἔφυγον ἀνὰ κράτος. Σὺν αὐτοῖς δὲ καὶ τὸ λοιπὸν ἀκόσμως διελέλυτο στράτευμα καὶ οὐδεὶς ἦν ὁ μένειν ἔτι βουλόμενος. ὡς οἱ Σκύθαι διώκοντες ἐπῄεσαν καὶ τόν τε Παγιαζίτην ζῶντα συλλαμβάνουσιν ἐν τῷ πολέμῳ καὶ τὸν τὴν ἀρχὴν τῆς Εὐρώπης ἐπιτετραμμένον ἐκείνῳ καὶ πολλοὺς ἑτέρους τῶν αὐτοῦ σατραπῶν.
- [←26]
-
Οἱ δὲ λοιποὶ μόλις διαφυγόντες τὸν κίνδυνον, τῇδε κἀκεῖσε διασκέδνανται, ἐν οἷς καὶ οἱ τοῦ Παγιαζίτου πάντες υἱοὶ τὸν ἀριθμὸν ἕξ τυγχάνοντες. τὴν μὲν οὖν συμβᾶσαν τότε συμφορὰν ὑπό τε Σκυθῶν καὶ Ἀγαρηνῶν ὁμοίως τοῖς ἐν Ἀσίᾳ χριστιανοῖς οὐ τοῦ παρόντος ἐστὶ λέγειν καιροῦ· πολλῶν γὰρ ἄν βίβλων δεήσει καὶ ἱστοριῶν ἐξηγησομένων τοῖς ἔπειτα τὴν τότε γενομένην ὑπὸ τῶν ἀθέων ἐκείνων παρανομίαν· μάρτυράς τε γὰρ οὐκ ὀλίγους ἀπέδειξαν τῶν χριστιανῶν μὴ ἀνασχομένους ἀρνήσασθαι τὸν Χριστὸν καὶ πάντας ἁπλῶς τῶν οὐσιῶν ἀπεστέρησαν, πλὴν τοσοῦτον μόνον εἰπεῖν ἀναγκαῖον ὅτι τὴν ἀδομένην ὑπὸ παλαιῶν καὶ νέων συγγραφέων ὁμοίως Σκυθῶν ἐρημίαν ἐπὶ τῶν ἔργων αὐτῶν ἔδειξαν οἱ Σκύθαι, πᾶσαν μικροῦ δεῖν τὴν ἀνατολὴν ἐρημώσαντες καὶ πορθήσαντες.
- [←27]
-
Ο Σουλεϊμάν, ο γιος τού Βαγιαζήτ, συνήψε το 1403 συνθήκη φιλίας με τον Μανουήλ Β’.
- [←28]
-
Τη βορείως των Άλπεων και τη νοτίως των Άλπεων Γαλλία.
- [←29]
-
Πολιορκία τού 626.
- [←30]
-
Κωνσταντίνος Δ’ Πωγωνάτος (βασ. 668-685).
- [←31]
-
Λέων Γ’ Ίσαυρος (βασ. 717-741).
- [←32]
-
Ο Βαγιαζήτ πέθανε στο Ακ Σεχίρ στις 9 Μαρτίου 1403.
- [←33]
-
Οὕτως ἡ τοῦ Θεοῦ φιλανθρωπία τὴν τῆς ἡμετέρας πόλεως ᾠκονόμησεν ἐλευθερίαν· οὕτως ἡ πάναγνος Θεοτόκος ὑπὲρ τῶν ἀσθενῶν καὶ ἀπόρων καὶ μηδεμίαν ἐχόντων σωτηρίας ἐλπίδα προεπολέμησεν, οὔτε λείαν μόνον ἀπαλλαγὴν τῶν έπῃρτημένων κινδύνων χαρισαμένη, ἀλλὰ καὶ αὐτούς, ὦ τοῦ θαύματος, τοὺς τοῦ Παγιαζίτου υἱοὺς τοῖς τοῦ εὐσεβοῦς βασιλέως ἡμῶν ποσὶν ὑποτάξασα. Χώρας οὖν καὶ πόλεις ἠναγκάζοντο διδόναι τοῖς οὐ πρὸ πολλοῦ τούτων ἀπεστερημένοις Ῥωμαίοις οἱ βάρβαροι καὶ μισθὸν τὴν εἰρήνην παρ’ αὐτῶν ἀνταιτεῖν. Πλεῖσται τοιγαροῦν ἄλλαι πόλεις ἐπί τε τοῦ Εὐξείνου πόντου καὶ τῆς Εὐρώπης εἰς ἐλευθερίαν ἀπήλαυσαν τοῦ καιροῦ καὶ ἡ περιώνυμος ἐν πόλεσι Θεσσαλονίκη. τοῦτο τὸ θαῦμα τῶν πώποτε γενομένων θαυμάτων ὑπὸ τῆς θεομήτορος ἐπὶ τῆς ἡμετέρας πόλεως μεῖζον καὶ ὑψηλότερον. Ἡράκλειος μὲν γὰρ ὁ βασιλεύς, εἰ καὶ πᾶσαν ὡς εἰπεῖν τὴν ἐῴαν ἀφῄρητο παρὰ τῶν Περσῶν μέχρι Χαλκηδόνος αὐτῆς ἐλασάντων, ἀλλ’ οὖν εἶχε τὸ πλέον τῆς Εὐρώπης ἀπαθὲς ἔτι κακῶν, τήν τε Ἰταλίαν ἅπασαν καὶ Γαλατίαν, Γερμανίαν τε καὶ τὰς Γαλλίας καὶ πολλὰ ἕτερα ἔθνη τῶν κατὰ τὴν Εὐρώπην ὀνομαστότατα, πρὸς δὲ καὶ τὰς νήσους σχεδὸν ἁπάσας, ἐξ ὧν καὶ φόρους ὑπῆρχεν αὐτῷ συλλέγειν οὐκ ὀλίγους καὶ στρατιωτῶν εὐπορεῖν. Οὐ γὰρ πᾶσαν οἱ Σκύθαι τότε τὴν Εὐρώπην ἐδουλώσαντο, ἀλλ' ἀπὸ τῶν παριστρίων ὡρμήμενοι τόπων Θρᾴκην καὶ Μακεδονίαν μόνον ἠρήμωσαν, αἱ δὲ λοιπαὶ τῶν ἐπαρχιῶν ἔμενον ἔτι συμφορῶν ὁμοίων ἀπείρατοι. Διὰ ταῦτα καὶ ὁ βασιλεὺς Ἡράκλειος, πανταχόθεν περικαθημένων αὐτὸν τῶν ἐχθρῶν, μὴ ἔχων ὅπως ἄν ἀνταγωνίσαιτο τούτοις, ἅτε δὴ τειχήρης ὤν, διὰ τοῦ Εὐξείνου πόντου τῇ Περσῶν χώρᾳ προσέβαλλε καὶ τοῖς Πέρσαις εἰς τοὐναντίον τὰ πράγματα περιέστησε καὶ ἀμφήριστον τὴν νίκην αὐτοῖς εἶναι πεποίηκεν. Ὅ τε Ἡρακλείου ἀπόγονος αὖθις Κωνσταντῖνος ὁ Πωγωνάτος καὶ Λέων ὁ Ἴσαυρος εἶχον ἀνθρωπίνας ἀφορμὰς ὁπωσοῦν εἰς σωτηρίαν, εἰ καὶ μὴ ὥστε τοὺς πολεμίους δύνασθαι τῆς ἑαυτῶν χώρας ἐκβαλεῖν, ἀλλ' οὖν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν διαφυλάττειν ἄχρι πολλοῦ, πλεῖστα γὰρ καὶ τούτοις ἐδούλευε τῶν προαπηριθμημένων ἐθνῶν, καὶ διήρκουν ἐντεῦθεν οἱ βασιλεῖς τοῖς βαρβάροις γενναίως πολεμοῦντες ἕως οὗ πέρας ἐπετίθει τῷ πολέμῳ συμφέρον ἡ τοῦ Θεοῦ μήτηρ, ἡ βυθῷ θαλαττίῳ καταποντίσασα τοὺς ἐχθροὺς ἤ λιμῷ καὶ θανάτῳ ἐκτρίψασα ἤ ἑτέρῳ τινὶ τιμωρίας τρόπῳ τῆς παρούσης ζωῆς βιαίως ἀποστερήσασα. τὸ δὲ ἡμέτερον δὴ τοῦτο παντάπασίν ἐστι τοῖς προρρηθεῖσιν ἀνόμοιον. διὰ τοῦτο καὶ μεῖζον ἐκεῖ τὸ θαῦμα καὶ τὴν δύναμιν τῆς Θεοτόκου καθαρῶς ἐμφανίζει, πάσης ἀνθρωπίνης βοηθείας ἐστερημένον. Τίς γὰρ οὐκ οἶδεν εἰς ὅσον ταπεινότητος καὶ πτωχείας καὶ ἐπὶ τῶν Παγιαζίτου χρόνων ἡ Ῥωμαίων κατήντησε βασιλεία, ἀφῃρημένη πρὸς τῶν Ἀγαρηνῶν πόλεις καὶ χώρας ἁπάσας, χρήματα, προσόδους, ἑνὶ λόγῳ, πᾶσαν ἀφορμὴν πρὸς τὸ ἄρχειν; Τίς ἀγνοεῖ τὴν ἐσχάτην τοῦ ἐνοικοῦντος τῇ Κωνσταντινουπόλει λεὼ πενίαν, τὸ ἐνιαύσιον βάρος τῶν φόρων ὅ τελεῖν οἱ Ῥωμαῖοι τοῖς Ἀγαρηνοῖς ὑπὲρ τὴν αὐτῶν δύναμιν ἠναγκάζοντο καὶ ταῦτα μηδενὸς ἑτέρου σχεδὸν πλὴν τοῦ τῆς πόλεως ἐδάφους καὶ χώρας ὀλίγης τῷ δοκεῖν κυριεύοντες; τὸ δὲ τοὺς βαρβάρους μηδεμίαν ὥραν ὡς εἰπεῖν ἀναπνεῖν ἐᾷν τὸν εὐσεβέστατον ἡμῶν βασιλέα, ἀλλ' ἄνω καὶ κάτω τῆς οἰκουμένης περιάγειν καὶ δι’ αὐτοῦ χειροῦσθαι τὰς μήπω τῶν πόλεων ὑποκυψάσας πόσην ἡμῖν προσμαρτυρεῖ τὴν δουλείαν; Τὸ τοίνυν ἐκ τοσούτων καὶ τοιούτων ἑλαττωμάτων οὕτω τὰ καθ’ ἡμᾶς ἐπιδοῦναι ὡς μὴ μόνον ἀπολέσθαι τοὺς μισοῦντας ἡμᾶς, ἀλλὰ καὶ ἥν ἐξ ἡμῶν πρὸ πολλῶν χρόνων ἀφῄρηντο κληρονομίαν ταύτης οὐ μικρόν τι μέρος τοὺς πρώην δεσπότας ἀπολαβεῖν, τίνα λοιπὸν ἀμφιβολίαν καταλείπει τὸ μὴ οὐ σαφῶς εἶναι τὸ πᾶν ἔργον τῆς πανάγνου καὶ Θεομήτορος; Εἰ δὲ καὶ τὸν τρόπον τῆς ἀπωλείας ἐθελήσεις καταμαθεῖν ἀκριβῶς ὅν ἀπόλωλεν ὁ ἐχθρὸς ἡμῶν, εὑρήσεις αὐτὸν τῶν προειρημένων θαυμασιώτερον. Οὐ γὰρ ἴσον, οὐκ ἴσον ὑπὸ ἀλλοφύλου πάσχειν κακῶς καὶ τῆς ὁμοίας κεκοινωνηκότος θρησκείας ἤ, εἰ χρὴ τό γε ἀληθέστερον εἰπεῖν, περιφανεστέρου πολλῷ τὴν ἀσέβειαν. Τῷ μὲν γὰρ ἡ τῆς θρησκείας ἐναντίωσις φορητὴν παρασκευάζει τὴν συμφοράν, ὅτι μηδὲ ἔξω τοῦ εἰκότος ἐστὶ τὸν ἐχθρὸν ὑπ’ ἐχθροῦ πάσχειν κακῶς καὶ ἅμα ὡς ἐν κακοῖς ἔχει τὸ τοιοῦτον οὐκ ὀλίγην παραμυθίαν. τοῦ δὲ ἀφόρητός ἐστιν ἡ λύπη, διά τοι τοῦτο καὶ ὁ προφήτης Δαυὶδ τὸ ὑπερβάλλον αἰνιττόμενος τῆς ἐντεῦθεν ἀνίας τὸν ὀνειδισμὸν τοῦ ἐχθροῦ μᾶλλον ἄν φησι δύνασθαι ὑπενεγκεῖν ἤ τοῦ φίλου δοκοῦντος εἶναι καὶ τῶν αὐτῶν κοινωνεῖν. ὁ τοίνυν Θεὸς ἐπισκεψάμενος τιμωρίας τρόπον τῆς ἐκείνου κακουργίας ἐπάξιον ἔκρινε τὸν ὡς ἀληθῶς πικρότατον ὑποστῆναι τὸν ἀσεβῆ· ὁ δὲ ἦν παραδοῦναι τοῦτον εἰς χείρας τοῦ ὁμοίως ἀσεβοῦντος. Ἐνεπαίζετο γοῦν ὑπ’ αὐτοῦ καὶ ἐκωμῳδεῖτο καὶ πᾶσαν παροινίαν ὁ δείλαιος ὑφίστατο τὰς ἑαυτοῦ γυναῖκας ὁρῶν ἐπίτηδες ὑπὸ τῶν Σκυθῶν ἐν ὀφθαλμοῖσιν ὑβριζομένας καὶ τοῦτον τὸν τρόπον περιαγόμενος ὑπὸ τῶν ἐχθρῶν ἀτίμως ἄνω καὶ κάτω μῆνας ὅλους καὶ πικροτάτοις ἀθυμίας κέντροις βαλλόμενος· ἔκ τε ὧν ἤκουεν ἅ τε βλέπειν ἠναγκάζετο τῇ λύπῃ κατεργασθείς, τὴν πονηρὰν ἀφῆκε ψυχήν.
- [←34]
-
Ο Τιμούρ πέθανε τον Φεβρουάριο του 1405 σε εκστρατεία εναντίον τής Κίνας.
- [←35]
-
Ἐρρέτωσαν οἱ τὸ αὐτόματον ἐνταῦθα καὶ τὴν τύχην πρεσβεύοντες καὶ νομίζοντες ἀλόγῳ τινὶ συντυχίᾳ τὸ τοιοῦτον συμβεβηκέναι καθάπερ ἄλλοτε πρότερον ἤ ὕστερον. Ποῦ γὰρ ἀλόγου συντυχίας ἡ τοιαύτη τῶν πραγμάτων ἀκολουθία καὶ τάξις ἤ καὶ τοῦτο, εἰπέ μοι, τῆς αὐτῆς εἶναι θήσομεν τύχης καὶ τῆς ἀλόγου φορᾶς τὴν τοῦ Σκυθῶν ἀρχηγοῦ Τιμούρη μετὰ μικρὸν ἀπώλειαν, σκωλήκων τροφὴν γενέσθαι κατακριθέντος, καὶ τὴν τῶν αὐτοῦ στρατευμάτων ὀλίγου δεῖν ἁπάντων ὑπὸ τῆς λοιμικῆς νόσου πανωλεθρίαν; ὅν, εἴπερ ἦν, οὐδὲν ἄν ἐκώλυσε τὴν Εὐρώπην ἅπασαν ἐν ὀλίγῳ χρόνῳ καταδραμεῖν καὶ πορθῆσαι καὶ σχεδὸν εἰπεῖν ἐξαλεῖψαι πάντα ἄνθρωπον ἐκ προσώπου τῆς γῆς· ἀλλ’ ἡ τοῦ Θεοῦ φιλανθρωπία χρησαμένη τούτῳ πονηρῷ κατὰ τῆς πονηρίας ὀργάνῳ καὶ τοῦθ' ἵνα πικροτέραν ἐκείνῳ καταστήσῃ τὴν ὀδύνην, ὡς εἴρηται, μετὰ μικρὸν καὶ αὐτὸν ἐξ ἀνθρώπων ἐποίησεν, ὡς εἶδε τὴν τούτου πονηρίαν τῆς τοῦ προτέρου παρὰ πολὺ χείρονα.
