Σημειώσεις Παραρτήματος 02

Σημειώσεις κειμένου Μανουήλ Β'

[←1]

Patrologia Graeca, 156, 579-581.

[←2]

Τίνας ἄν εἶπε λόγους ὁ τῶν Περσῶν τε καὶ Σκυθῶν ἐξηγούμενος τῷ τυραννοῦντι τῶν Τούρκων, μεγάλα τε καὶ σοβαρὰ φθεγγομένῳ, καὶ ἀφορήτῳ ὄντι ταῖς ἀπειλαῖς, ἡνίκα εὖ ἔπραττε, τραπέντι δὲ πρὸς τοὐναντίον μετὰ τὴν νίκην.

[←3]

Ὡς ἔοικε, τὸ πόῤῥωθεν ἐθέλον καὶ ἐξαρχῆς πολεμεῖν φύσει πολέμιόν ἐστι, καὶ τῷ πεφυκότι κινούμενον, οὐ δύναται κατέχειν ἑαυτό, τοῦ μὴ λυπεῖν ἐπιχειρεῖν ἐν ἅπασι τοῖς καιροῖς. Καὶ σὺ δὴ πάντα τὸν χρόνον, ἡνίκα τὰ πρακτέα σοι κατὰ νοῦν ἔτρεχε, τοῖς ἐμοῖς ἐναντιοῦσθαι πειρώμενος ἀλαζονείαις καὶ ὕβρεσιν (οὐδὲ γὰρ τοῖς πράγμασιν ἴσχυες), ἤδη τῆς ὀφρύος σοι πεπτωκυίας, τῆς ἐπηρμένης τε καὶ πολλῆς, καὶ τοῦ κενοῦ φρυάγματος εἰς οὐδέν σοι λήξαντος, οὐχ ἥκίστά γε καὶ νῦν ἐχθρῶς πρὸς ἡμᾶς διάκεισαι τρόπον ἕτερον. Κλαίων γὰρ μετὰ τὴν ἦτταν (οὐ γὰρ ἐπέγνως τόνδε τὸν βίον πολλῆς παλιῤῥοίας γέμοντα, οὐδὲ προσεδόκησας, ὡς δηλοῖ τὰ πράγματα, τὴν ἀγαθήν σοι τύχην μεταπεσεῖσθαι, καὶ τοι εἰωθὸς ὄν πρᾶγμα, οὐκ ἀπεικός, οὐδ' ἀνένδεκτον), τοὐμὸν ἀνδραγάθημα σμικρύνεις, καὶ δάκνεις γε οὐχ ἧττον νῦν ἤ πρὸ τοῦ, τῷ τὸ φρόνημα αὐτίκα ἀποβαλέσθαι. Καίτοι γε ᾤμην ἐγὼ λαμπράν τινα καὶ διαρκέσουσαν σχήσειν εὔκλειαν, ὡς δῆθέν γε ἀνδρὸς λαμπροῦ περιγεγονώς, ἀρετῇ μεγάλα κατωρθωκότος. Σὺ δὲ ἐλέγχεις τὴν δόξαν οὐκ ἀληθεύουσαν, αἰσχύνην σεαυτοῦ καταχέων, καὶ ἀποφαίνων σεαυτὸν εὐεπιχείρητον ἄνθρωπον, ἐν οἷς οὐ φέρεις κατ’ ἄνδρα τὴν συμφοράν. Τύχῃ σοι τοίνυν τὸ νικᾷν, οὐκ ἀρετῇ συγκεκλήρωται· καὶ μοι νῦν ἀντιπίπτεις, καὶ λυμαίνῃ τοῖς ἐμοῖς κατορθώμασι τὴν δόξαν περιτρέψας εἰς τοὐναντίον τήν περὶ σοῦ. Ὁ γὰρ μὴ γενναίου κρατήσας ἐγὼ πῶς ἄν ταύτῃ γενναῖος δόξαιμι; Ἐῤῥέτω τοίνυν χρυσός, ἐῤῥέτω λάφυρον ἅπαν, καὶ ὁ πολὺς σοι πλοῦτος πολλαχόθεν συνειλεγμένος, ἀπούσης δόξης, ἧς ἤρων. Αὕτη με τερμάτων τῆς γῆς γεγηρακότα κατήγαγεν ἐπὶ σε. Καὶ νῦν ὁρῶ μου τοὺς πόνους ἠπατημένους.

[←4]

Patrologia Graeca, 156, 581-582.

[←5]

Περὶ Κεραυνοῦ τοῦ Ἀγαρηνοῦ· ὁπότε ἐπεσκέψατο ὁ θεὸς τὸν Λαὸν αὐτοῦ, καὶ διὰ τῶν ἐχθρῶν αὐτοῦ τὸν παντοδαπὸν ἀπέκτεινε θῆρα.

[←6]

Ὕψιστος ὁ Κύριος ἐν ἀρχῇ, ὁ θεὸς ἡμῶν εἰς αἰῶνα αἰῶνος ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ πᾶσαν τὴν γῆν, πρὸ τοῦ τὰς δυνάμεις παρῆχθαι, ἦν· καὶ ὁ αὐτὸς μενεῖ. Νῦν οἱ κτηνώδεις συνῆκαν. Καὶ γὰρ εἶδον τὰ θαυμάσια αὐτοῦ, ἐπ' αὐτοὺς γεγενημένα, καὶ τὰ βέλη αὐτῶν ἐξησθενηκότα· τὸν δὲ κεραυνόν, ἐμπρησθέντα τῇ ἰδίᾳ ματαιότητι· ὅς ἀναβαλλομένης τῆς ἀγαθότητος, καὶ τῆς προνοίας οἰκονομούσης, κατωλιγώρει. Ἐπέσχεν ὁ θεὸς ὀργήν, ὁ δὲ ὑπερεφρόνει· βλασφημοῦντος, ἐμακροθύμει· καὶ ὁ ἀσεβὴς ὑψοῦ τὴν κεφαλὴν ἧρεν. Ὠνειροπόλει τὴν γῆν, καὶ τὸν οὐρανοῦ Δεσπότην οὐκ ἐδίδου ταύτης ἄρχειν. Ἀλλ’ ἐν τῷ μεγαλαυχεῖν ἐν τῇ δυνάμει αὐτοῦ, καὶ πολυχειρίᾳ θαῤῥοῦντα κατεπαίρεσθαι τῆς ποίμνης τοῦ θεοῦ, ἔφθασεν ἡ σύῤῥοια τῶν κακῶν· καὶ τὰ ἐξαρχῆς ἀδικήματα ἅμα ἀποδέδωκε. Γνώτω δὴ πᾶσα ἡ γῆ, καὶ μὴ ὑψούσθω ἐν ἑαυτῷ γηγενής. Τῷ γὰρ θεοῦ νεύματι ἅπαν εἵκει· καὶ εἰς μακρὸν ἀνεχόμενος, ἐξάπινα ἀποδίδωσιν. Ὁ δὲ ἐλπίζων ἐπ’ αὐτὸν μὴ φοβηθήτω κακά. Τοὺς γὰρ ὑπομένοντας σώζει, ἐὰν παρ’ αὐτῶν θυσίαν ἐξομολογήσεως λάβῃ, καὶ ἀνταποδοίη ὑπὲρ αὐτῆς, ὅτι χρηστότητος πέλαγος. Δότω δόξαν ὁ λαὸς αὐτοῦ, καὶ ἐλπίδων ἀγαθῶν ἐμφορείσθωσαν οἱ πεποιθότες ἐπ’ αὐτόν.

error: Content is protected !!
Scroll to Top