Σημειώσεις κειμένου Χορτασμένου
- [←1]
-
Το κείμενο έχει δημοσιευτεί στο M. Treu: “Eine Ansprache Tamerlans”, Byzantinischen Zeitschrift, 1910, XIX, 15‒28, αποδιδόμενο σε άγνωστον. Τώρα γνωρίζουμε ότι είναι έργο του Βυζαντινού λόγιου Ιωάννη Χορτασμένου (Iohannes Chortasmenus, Oratio Timur Regis Persarum contra Tactamusem). Έχει περιληφθεί στο χειρόγραφο cod. Ambros. Gr. 598 (Ο 123 sup.), φύλλα 34—51 από τον Μανουήλ Μώρο από την Κρήτη, γραφέα στο δεύτερο μισό τού 16ου αιώνα, τού οποίου η επιμέλεια μαρτυρείται από πολλά χειρόγραφα τής Αμβροσιανής Βιβλιοθήκης τού Μιλάνου.
- [←2]
-
Bλέπε πιο πάνω, Κεφάλαιο 15 αυτού τού βιβλίου.
- [←3]
-
Ο Ιντίκου. Βλέπε πιο πάνω, Κεφάλαιο 15 αυτού τού βιβλίου.
- [←4]
-
Δημηγορία τοῦ Περσῶν βασιλέως Τεμύρη, ἥν ἐδημηγόρησεν, ὅτ’ ἔμελλε πολεμήσειν πρὸς Τακταμύσην, τὸν τῶν Σκυθῶν βασιλέα· ἀπήγγειλε δὲ ταύτην ἡμῖν ὁ τοῦ Ἀθηναίου κυροῦ Δημητρίου υἱός, κυρὸς Θεόδωρος ὁ Ἀθηναῖος, παρὰ τοῦ πατρὸς μαθὼν δυναστεύοντος ἐν τῇ Ῥωσίᾳ, καθὼς ἐκείνῳ παρέδωκεν ὁ μετὰ ταῦτα Σκυθῶν ἀρχηγός Ἐτιγὶς οὕτω καλούμενος, παρατυχὼν τῷ πολέμῳ καὶ τῶν ὑπὸ τοῦ Τεμύρη λεγομένων αὐτήκοος γεγονώς.
- [←5]
-
Ὅτε κατὰ Σκυθῶν τῶν νομάδων στρατείαν ἤλασε Τεμύρης, ὁ Μήδων καὶ Περσῶν βασιλεύς, διά τινων δυσβάτων ὀρῶν τὴν πορείαν ποιούμενος, τότε τοῦ στρατεύματος αὐτῷ τρυχομένου καὶ τὸν στρατηγὸν αἰτιωμένου τῆς τοσαύτης κακοπαθίας, αἰσθόμενος αὐτῶν ὁ βασιλεὺς οὕτω διακειμένων τοὺς τῶν Περσῶν ταξιάρχους τε καὶ τοπάρχας συναγαγών, ἐπί τινος ὑψηλοῦ τόπου καταστάς, ὡς ἄν εἴη πᾶσι καταφανής, ἔλεξε τοιάδε·
- [←6]
-
Ἄνδρες οἱ συναράμενοί μοι τοῦ πρὸς Σκύθας πολέμου, αἰσθάνομαι μὲν ὑμῶν πλεῖστα κακοπαθούντων περὶ τῆς ἐμῆς εὐδοκιμήσεως καὶ βουλομένων, εἰ οἷόν τε ἦν, διὰ ταχέων ἀπαλλαγὴν εὕρασθαι τῶν τοιούτων ἀνιαρῶν· ποιεῖ γὰρ ὑμᾶς εἰκότως ταῦτ’ ἐννοεῖν ἥ τε τοῦ τόπου δυσχέρεια καὶ θηρίοις σχεδὸν ἄβατος οὖσα, μὴ ὅτι γε στρατιώταις, διὰ τὸ πάσης ἐστερῆσθαι παραμυθίας, καὶ ἅμα τῷ τοὺς ἵππους ἡμῶν καὶ τὰ σώματα πλεῖστα ἐκτετρυχῶσθαι καὶ οἷον εἰπεῖν τὸν θυμὸν τοῦ πολέμου προανηλῶσθαι, δι’ οὗ μάλιστα τοὺς πολεμίους ἤ τοῖς ὅπλοις ὁρῶμεν πανταχοῦ νικωμένους. ἐγὼ δὲ καὶ αὐτὸς κοινωνῶ μὲν ὑμῖν κατά γε τοὺς πόνους, εἴπερ ἱκανὰ ταῦτα μαρτύρια τοῦ τὸ σῶμα πονήρως ἔχειν τό τε τὸν ἐμὸν μηρὸν πεπηρῶσθαι καὶ τὸ τὰς ὀσφῦς εὐρωτιῶν πολλῶν πεπληρῶσθαι τῇ τῆς φαρέτρας καὶ τῶν τόξων ἀποκρεμάσει·
- [←7]
-
καὶ εὖ ἴστε, πόνων ὑπερβολῆς ἕνεκα πάλαι, ἄν ἀπώκνησα πρὸς αὐτοὺς ἠττηθείς. ἀλλ’ οὐκ οἶμαι δεῖν στρατιώταις ἀνδράσι καὶ μάλιστα Πέρσαις προσήκειν ἐπὶ μικροῖς οὕτω κακοπαθήμασιν ἀπαγορεύειν, ἀλλ' ὑμᾶς μὲν κινείτω πρὸς τοὺς πόνους τιμῆς ἔφεσις, πράγματος οὕτω σφόδρα ἀναγκαίου τῷ βίῳ καὶ οὗ μάλιστα τοὺς τἄλλα ἐλευθέρους ἡττωμένους ὁρῶμεν· ἐμὲ δι’ ὅ μάλιστα πείθει τὸν παρόντα πόλεμον εἰς ἔργον ἀγαγεῖν καὶ μηδ' ἄν εἴ τι καὶ γένοιτο ἐνδώσειν, ταῦτά ἐστιν·
- [←8]
-
ὁ πρὸ ἐμοῦ γενόμενος Περσῶν ἀρχηγὸς ὡς ἅπαντες ἴστε, παραβλώψ, γένους δὲ εἵνεκεν εὖ ἔχων καὶ ἅμα γενόμενος ἐν τοῖς πράγμασιν ἐπιτήδειος πλεῖστα ὠφέλησε τὴν Περσῶν ἀρχὴν· μεθ' ὅν ἀποθανόντα τὴν ἀρχὴν ἐγὼ παραλαβὼν οὐκ ἄν δυναίμην διαφύγειν τὸ μή, οὗ καὶ αὐτός, ὕστερον τὰ αὐτὰ πείσεσθαι καὶ θανάτῳ ποτὲ ἐξ ἀνθρώπων γενέσθαι. ἀνάγκη τοίνυν ἡμᾶς μετὰ θάνατον εἰς τὸν παράδεισον ἰόντας κατὰ τὰς τοῦ Μωάμεθ διδασκαλίας ἀλλήλοις περὶ τῶν πρωτείων ἀμφισβητεῖν· ὁ δὲ μὴ ἀνεχόμενος παραχωρεῖν ἐμοὶ τοῦ θρόνου τοιαῦτα πάντως ἐρεῖ·
- [←9]
-
ὦ κάκιστε ἀνθρώπων χωλέ, ποῦ δίκαιόν ἐστιν, ὅλως ἐμοῦ παρόντος σὲ περὶ προτιμήσεως ποιεῖσθαι τὸν λόγον; ὅς εἰμὶ μὲν εὐγενέστατος βασιλέων, διεδεξάμην δὲ τὴν Περσῶν ἀρχὴν κατὰ νόμους, ὥσπερ ἐστὶ δίκαιον παῖδας παρὰ πατέρων διαδέχεσθαι τὰς κληρονομίας. καὶ μοι Περσῶν οὐδεὶς ἐτόλμησεν ἐπαναστῆναι, οὐδέ, ὅ τούτου μετριώτερον εἰπεῖν, ὡς ἄρα οὐχ ὑπὸ βελτίονος ἄρχοιτο· ἀλλ’ ἔγωγε ἐπεστάτουν τοῖς πράγμασιν, ᾗ προσῆκεν, καὶ πάντες ἐμοὶ τὴν δουλείαν μετ’ εὐγνωμοσύνης ὡμολόγουν, ἤκουόν τε παρὰ πάντων ὁμοίως, ἄρα πολλῷ κρείττων εἰμὶ τῶν ὑποτεταγμένων, εὐγενείᾳ μάλιστα προέχων καὶ τῇ περὶ τἄλλα σπουδῇ. σὺ δέ, ὦ ταλαίπωρε, πάντα τὸν ἔμπροσθεν χρόνον ἰδιώτης ὤν καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀδόξων, καὶ ἔτι τὸν βίον ἀπὸ ληστρικῆς διαγωγῆς ποριζόμενος — ἧς τὸ τέλος ἦν, εἰ συνέβαινεν ἁλῶναι, θάνατος — πῶς εἰς τοσοῦτον ἦλθες ἀπονοίας, ὥστε περὶ τῶν ἴσων ἐμοὶ νῦν, καὶ ταῦτα ἐν παραδείσῳ, διαγωνίζεσθαι, ὁπότε καὶ τὸ πολλοστὸν ἔχοντα καὶ σφόδρα ἐχρῆν ἀγαπᾶν;
- [←10]
-
ἀλλ' ἐκεῖνος μὲν οὕτως· ἐγὼ δὲ ἀντείποιμ’ ἄν·
- [←11]
-
ὅτι δι’ αὐτὸ μὲν οὖν τοῦτο, ὦ παραβλώψ, ἀξιῶ σοῦ προτιμᾶσθαι, ὅτι τὴν βασιλείαν Περσῶν ἀπὸ ταπεινοῦ κομιδῇ τοῦ σχήματος καὶ σφόδρα εὐτελοῦς ἐκτησάμην· σὺ μὲν γὰρ εὑρὼν ἐξ ἑτοίμου τἀγαθὰ προκείμενα καὶ μηδὲν ἐπ’ αὐτοῖς πονήσας, ἀλλ’ ἤ μόνον πατρικὴν τὴν βασιλείαν διαδεξάμενος ἐτρύφας ἐν τοῖς ἑτέρων πόνοις καθηδυπαθῶν τῆς ἀρχῆς καὶ ἀπολαύων τῶν ἡδονῶν ὅσον ἐξῆν, μήτε φειδόμενος τῶν πραγμάτων τῷ μὴ πονῆσαι, μήτε μὴν ἀφαίρεσιν ὑποπτεύων τῷ πᾶσιν ἐξουσίαν δεδωκέναι τά ὅμοια δρᾶν. ἐγὼ δέ, ὡς αὐτὸς φῄς, τὸ ἐξ ἀρχῆς λωποδύτης ὤν καὶ τὸν βίον ἀπὸ λῃστείας ποιούμενος, καὶ τὰ τοῦ μηροῦ μαρτυρεῖ μοι σαφῶς, ὅν τις ὀιστεύσας τῶν βουκόλων χωλὸν ἐποίησεν, ἐπ' αὐτοφώρῳ καταλαβών, ἀλλ' ὅμως ἐκ τοσούτων καὶ τοιούτων ἑλαττωμάτων ὁρμημένος ἠδυνήθην ἀνδρείᾳ τε καὶ συνέσει τὴν βασιλείαν παραλαβεῖν, παραλαβὼν μὲν τό σῶμα κινδύνοις οὐ τοῖς τυχοῦσιν, ἀγωνισάμενος δὲ τοῖς λογισμοῖς, ἐφ' ὅσον πλεῖστον ἐξῆν ἀνθρωπίνῃ φύσει, εἴ πως δυνηθείην τῶν ἐναντιουμένων κρατήσας ἐπιβῆναι τῆς βασιλείας· καὶ ὅ πολλοί τῶν ὕστερον ἐν δόξῃ γενομένων ἀνθρώπων καὶ ταῦτ’ ἀπὸ μεγάλων ἀφορμῶν ὡρμημένοι πολλάκις καὶ πολλὰ μογήσαντες οὐκ ἴσχυσαν εἰς ἔργον ἀγαγεῖν, τοῦτ’ αὐτὸς ἐγὼ μόνος ἀπ’ οὐδεμιᾶς ἀφορμῆς δι’ ἑλάττονος ἐμαυτῷ περιεποιησάμην τοῦ χρόνου· πολλῷ δὲ δὴ που θαυμασιώτερον αὐτόν τινα μὴ παρόντα κτήσασθαι τἀγαθὰ καὶ παρ' ἄλλου διαδεξάμενον ἔχειν· τὸ μὲν γὰρ τύχης ἔργον ἐστίν, ἥν ἀγωνοθέτῃ φαύλῳ τις ἀπεικάζων οὐκ ἄν ἁμάρτοι, ὅτι τὰ πλείω τοὺς μὴ νικήσαντας στεφανοῖ, τὸ δ' ἕτερον ἀνδρείας ἤ συνέσεως ἔργον. ὅσῳ τοίνυν ἀνδρεία τύχης καὶ τὸ φυσικὸν κάλλος τοῦ ἐπιποιήτου παρὰ πολὺ τιμιώτερον, τοσοῦτον ἐγὼ σοῦ κρείττων καὶ ὑψηλότερος.
- [←12]
-
ἀλλ' οὐδὲ πρὸς ταῦτα λόγων ὁ παραβλὼψ ἀπορήσει, ἀλλ' ὑπολαβὼν ἐρεῖ·
- [←13]
-
Στο πρωτότυπο ὥσπερ ὁ ἰὸς τὸν σίδηρον. Πρβλ. Καντακουζηνό 3.3.1: ὅσων κακῶν αἴτιος ὁ φθόνος, οὐ τοὺς φθονουμένους μόνον, ἀλλὰ καὶ αὐτοὺς ἐξαφανίζων τοὺς φθονοῦντας, ὥσπερ τὸν σίδηρον ὁ ἐξ αὐτοῦ τικτόμενος ἰὸς.
- [←14]
-
ὦ κάκιστε ἀνθρώπων χωλέ, ἐμοῦ Περσῶν βασιλεύοντος ἅπασα μὲν ἡ γῆ πολλῆς ἀπέλαβε τῆς εἰρήνης, μάλιστα δὲ ἡ Περσῶν, καὶ οὔτε πόλεμος ἡμῖν ἐκινήθη πρὸς τοὺς ὁμόρους, ἐξ οὗ μάλιστ’ ἄν συνέβη βλάπτεσθαι τὴν χώραν Περσῶν, οὔτ’ ἔτι παρὰ τῶν ἄλλων ἡμῖν ἀπήντησε δυσχερές, συνελόντα δὲ εἰπεῖν, οὔτε ἐπεβούλευσά ποτέ τισι φθόνῳ τῆς ἀρχῆς, οὔθ' ὑφ' ἑτέρων ἐπεβουλεύθην αὐτός· οὐδὲ γὰρ ἦν ἀδικεῖσθαι μὴ προαδικεῖν βουλόμενον. ἐντεῦθεν συνέβαινε τοὺς ὑποτεταγμένους παντοίων ἀγαθῶν ἀπολαύειν, ἅτε τῆς γῆς εὐθυνουμένης καὶ πάντων τῶν ἐν τῇ χώρᾳ διὰ τὴν εἰρήνην ἐπιδιδόντων· ὅθεν εὐθυμία μὲν ἅπασα παρῆν ταῖς ἀνθρωπίναις ψυχαῖς, λύπη δὲ ἀπῆν καὶ πρὸς ἡδοναῖς ἐτύγχανον οἱ ἄνθρωποι τὸν νοῦν ἔχοντες καὶ πανηγύρεσιν, ἀπραγμόνως τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν ἀπολαύοντες καὶ μακαριστῶς τὴν ζωὴν διανύοντες, ἧς ἐστι κεφάλαιον ἡδονὴ λύπης ἀμιγὴς ὡς οἷόν τε καταδαπανώσης μάλιστα τὴν ψυχήν, ὥσπερ ὁ ἰὸς τὸν σίδηρον. οὗ πᾶν τοὐναντίον ἐπὶ τῆς σῆς βασιλείας φαίνεται γεγενημένον· πολέμων τε γὰρ ἐνέπλησας τὴν γῆν ἅπασαν καὶ οὐδὲν ἔθνος ἀπείρατον τῆς σῆς πλεονεξίας ἀφῆκας, ἀλλὰ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἐπιστρατεύων διετέλεις, πᾶσι δὲ ἑξῆς ἐπεβούλευες ἀδικοῦσί τε ὁμοίως καὶ μή. ἐξ ὧν συνέβαινε μὲν ἀεὶ τοὺς Πέρσας φθείρεσθαι τῷ πολέμῳ, κινδύνοις ἰδίοις τὴν σὴν ἡδονὴν ὠνουμένους καὶ τοῖς μὲν σώμασι τοὺς πόνους ὑφισταμένους, τῆς δὲ ὠφελείας ἥκιστα μετέχοντας· ἀλλ’ ἵνα οὐ πλειόνων ἄρχῃς χωρῶν καὶ πόλεων ἀδίκως, αὐτοὺς ἀποθνήσκοντας, καθόλου τε εἰπεῖν οὐδὲν ὅτι οὐκ ἀνάστατον γέγονεν ἐπὶ τῆς σῆς βασιλείας, καθάπερ τινὸς πονηροῦ καὶ βασκάνου δαίμονος ἐπιόντος ταῖς πόλεσιν, ἀλλ' οὐκ ἀνδρὸς βασιλέως οἷος ἐγώ, μάλιστα πάντων ἀνθρώπων εἰρηνικώτατος γενόμενος καὶ τὴν γῆν ἅπασαν μυρίων ἐμπλήσας τῶν ἀγαθῶν.
- [←15]
-
καὶ εἰ διὰ τοῦτο φαίην ἄν ἐγὼ πρὸς ἐκεῖνον·
- [←16]
-
ὦ παραβλώψ, οὐδ' ὁτιοῦν ἐγὼ κρίνομαι παρὰ σέ· σκόπει μὴ τὸν πόλεμον μόνον, ἀλλὰ καὶ τὰ ἀπὸ τούτου προσγενόμενα τοῖς Πέρσαις ἀγαθά· κἄν εὕρῃς ταῦτα πολλῷ πλείω τῶν ἀπὸ τῆς εἰρήνης, παῦσαι λοιδορούμενος ἐμοί. ἐγὼ τοίνυν πολλὰ μὲν ἐχειρωσάμην ἔθνη δυσμαχώτατα τῷ πολέμω καὶ ταῦτα τῇ Περσῶν προσέθηκα βασιλείᾳ, πολλοῖς δὲ φόροις ἐκεῖθεν ὁσημέραι πεμπομένοις τοὺς τῶν Περσῶν ηὔξησα θησαυρούς· τά τε κοινά τοῦ ἔθνους ἐπίδοσιν ἔλαβεν ἐντεῦθεν πολλήν, οὐ μὴν ἀλλὰ καὶ τὰ ἴδια. οὐδεὶς γάρ ἐστιν ἁπλῶς τῶν ἐμοὶ συστρατευσαμένων, ὅς οὐ κύριος ἐγένετο πολλῶν αἰχμαλώτων τε καὶ χρημάτων, καὶ τὴν πρότερον οὖσαν διὰ τὴν εἰρήνην τῷ ἔθνει πενίαν εἰς πλοῦτον ἄφθονον μετέστησα, πᾶσιν ἁπαξαπλῶς αἰτιώτατος τούτου γενόμενος, καὶ νῦν εἰσι θημῶνες ἀργύρου τε καὶ χρυσοῦ καὶ λίθων πολυτελῶν ἐν Περσίδι δι’ εμέ, καὶ πᾶς τις αὐτῶν ἄφθονα ταῦτα δύναται τοῖς ἔξω παρέχειν. τὸ δὲ τούτου μεῖζον εἰς ἀρετῆς λόγον, ὅτι μὴ τὰ σώματα μόνον, ἀλλὰ καὶ τὰ φρονήματα τῶν ἐχθρῶν κατεδουλωσάμην καὶ Πέρσας φοβερούς εἰς τὸ μέλλον ἐποίησα. τίς γὰρ ἀκούων τὸ μέγα τοῦ Τεμὺρ ὄνομα οὐ δειλιᾷ καὶ συστέλλεται φόβῳ καὶ δεσπότην ἑαυτοῦ τε καὶ πάντων ἀνθρώπων ὁμολογεῖ; εἰ δὲ εἰρήνη πολέμου μακαριώτερον, ὥσπερ οὖν κἀγὼ φαίην ἄν, ἐγὼ πάντως αἰτιώτατός εἰμι τοῦ βαθεῖαν ἄγειν εἰρήνην Πέρσας παρὰ πάντων ἐθνῶν· ἐπολέμησα γάρ, ὅπως εἰρηνεύσω καθαρῶς, καὶ μὴ ἀδικεῖν ὕστερον ἐγνωκὼς τὴν τοῦ μὴ ἀδικεῖσθαι πολλῷ πρότερον δύναμιν ἐκτησάμην καὶ γέγονα δυοῖν μεγίστων πραγμάτων αὐτοκράτωρ, οἷς ὁ βίος ἅπας τῶν ἀνθρώπων μερίζεται, ὥστ’ εἰκότως διὰ τοῦτο ἀξιῶ καὶ σοῦ πλέον ἔχειν, ὅς οὐδ’ ἐν αὐτῇ χρήσιμος γέγονας τῇ εἰρήνῃ· καταφρονοῦντες γάρ, οὐχὶ φοβούμενοι πάντως οὐκ ἐπολέμουν οἱ πρόσοικοι καὶ τὸ ἐξεῖναι τούτοις κακῶς ποιεῖν, ὁπότε βουληθεῖεν τὰ σά, πάντα καιρὸν ἐποίει νομίζειν ἐπιτήδειον τοῦ τὰ αἴσχιστα πάσχειν τὸν βασιλέα Περσῶν· ὥστ’ εἴ τις αὐτοὺς οἴκτω φαίη μὴ πολεμῆσαί σοι πάντα τὸν ἔμπροσθεν χρόνον, οὐκ ἄν ἁμάρτοι, καὶ σὲ δέ, ὦ πάντων ἀγεννέστατε, λήμματος ἀνδρείᾳ προσήκοντος ἀποστερῶν καὶ πάσης ἄν εἰκότως προσαποστεροίη τιμῆς.
- [←17]
-
οἶμαι τοίνυν μὴ ἀπορήσειν ἐκεῖνον ἔτι πρὸς ἐμὲ λόγων, ἀλλ' ἐκεῖνο ἄν προσθεῖναι τοῖς εἰρημένοις· ἐρεῖ γάρ·
- [←18]
-
τυχόν, ὦ κάκιστε ἀνθρώπων χωλέ, σὺ πάντως ἔφης, ὡς οὐδέν ἐστιν ἔθνος τῶν ὑπ' οὐρανὸν οἰκούντων, ὅ μὴ μετ’ ἐκπλήξεως ἀκούει τῆς σῆς ἐπωνυμίας, δεδουλωμένον οὐ σώματι μόνον, ἀλλὰ καὶ φρονήματι. καὶ ὅτι πάντας ἁπλῶς ὑποχειρίους ἐποίησας τῇ βασιλείᾳ τῇ σῇ, πείσας σὲ μόνον βασιλέα μέγιστον τῶν ἄλλων ἁπάντων ἀποκαλεῖν, οὗ πᾶν τοὐναντίον ἐπὶ τῆς σῆς βασιλείας οἶδα γεγενημένον. εἰ γὰρ ἀληθές, ὅτι πᾶσιν ἀνθρώποις τὸν σὸν ἐπήρτησας φόβον, πῶς τὸν βασιλέα Σκυθῶν Τακταμύσην, ἄνδρα ὑποχείριόν σοι γενόμενον καὶ διὰ σοῦ τὴν βασιλείαν αὖθις ἀπολαβόντα καὶ πολλὰ ὑποσχόμενον, μηδέποτε τῆς πρὸς σὲ πίστεως ἀποστήσεσθαι, ἀλλὰ πάντως ἀπομνημονεύσειν ἐσαεὶ τῶν ἀγαθῶν, ἅ πρὸς αὐτὸν ἐνεδείξω φιλανθρώπως ἐλεήσας ἁλώμενον, κινδυνεύοντι βοηθήσας, τὴν ζωὴν χαρισάμενος ἐξὸν ἀφαιρεῖν, τὴν προτέραν ἀποδεδωκὼς βασιλείαν, τῆς ἐσύστερον εὐδαιμονίας αὐτῷ γενόμενος αἰτιώτατος, τοῦτον οὕτως ὑβρίζοντα περιεῖδες, ὡς καὶ λωποδύτην ἀποκαλεῖν ἐν τοῖς γράμμασι καὶ χωλὸν καὶ ἄλλα πλεῖστα, ἅ καὶ λέγειν αἰσχρόν;
- [←19]
-
πρὸς ὅν ἐγὼ φαίην ἄν ὑπολαβών·
- [←20]
-
καὶ τίς ἀνθρώπων, οὐ τῶν νῦν λέγω μόνον, ἀλλὰ καὶ τῶν ὕστερον ἐσομένων, δυνήσεται στρατιὰν ἐλάσαι κατὰ Σκυθῶν καὶ τούτους καταγωνίσασθαι, οἵ ζῶσι μὲν βίον νομαδικόν τε καὶ θηριώδη καὶ οὔτε πόλεις οἰκοῦσιν, ὑπὲρ ὧν ἀνάγκη προπολεμεῖν τοῖς ἐχθροῖς, οὔτε γῆς ἀπολεξάμενοι μέρος ὁτιοῦν ἐν αὐτῇ ποιοῦνται τὰς διατριβάς, σπείροντες τὴν χώραν καὶ ἄλλως ἐπιμελόμενοι· ἀλλ' οὐδὲ τρυφῇ δουλεύουσι καὶ ἡδοναῖς, ὡς διὰ ταύτας ἐθέλειν ἀρετῇ τόπου προσλιπαρεῖν, ὑπερορῶντας ὧν ἀνάγκη πολλάκις πάσχειν παρὰ τῶν ἐχθρῶν· ἀλλὰ πᾶσα μὲν ἡ γῆ τούτοις ἀνεῖται κατ’ ἐξουσίαν, ὅποι βουληθεῖεν ἀπελθεῖν πανοικί· κωλύει δὲ οὐδέν, οὐ χειμῶνος ψῦχος, οὐ καῦμα θέρους, οὐκ ἄλλο τι τοιοῦτον τὸ μὴ οὐ τὴν γῆν ἅπασαν ἐπιέναι· πόλεις τε γὰρ ἐξ ἀρχῆς οὐ νομίσαντες κτίζειν οὐκ ἀνέχονται τόποις τισὶν ἐνδιατρίβειν επὶ πολύν τινα χρόνον, ἀλλ' ὥσπερ τὰ θηρία τὸν ἀεὶ πρὸς νομὴν ἐπιτήδειον ἁγαπᾷ χῶρον, οὕτω καὶ Σκύθαις ἀγαπητός ἐστι χῶρος πόαν τε τοῖς κτήνεσι παρέχειν δυνάμενος καὶ κρεῶν δαψίλειαν καὶ ὑδάτων ἀφθονίαν τό τε πρὸς πᾶσαν ἡδονήν ὁμοίως ἀκλινὲς καὶ ἀνένδοτον ὥσπερ ἴδιον αὐτῶν κινδυνεύει δοκεῖν. ἥ γε μὴν κτῆσις αὐτῶν ἔστι μὲν τὸ πλέον ὑποζύγια καὶ πλῆθος τετραπόδων, ἅ τούτοις ἕπεται πανταχοῦ· εἰ δέ τι καὶ τῶν τιμιωτέρων αὐτοῖς πρόσεστι, καὶ τοῦτο ἐφ' ἁμαξῶν περιφέρουσιν, ἐφ' ὧν αἵ τε γυναῖκές σφισι καὶ οἱ παῖδες ὀχοῦνται· καὶ μὴν τὸ μεταξὺ τῆς τε ἡμετέρας γῆς καὶ Σκυθῶν ὄρη τε δύσβατα καὶ πετρώδη, πεδία τε ἄνυδρα καὶ μηδεμίαν ἔχοντα στρατοπέδῳ παραμυθίαν. ἥ τε κρᾶσις τοῦ τόπου δυσχείμερος καὶ ἅμα τὸ Σκυθικὸν ὑποφεῦγον ἀεὶ τὸ πρόσω τῆς χώρας, εἴ τις αὐτοῖς ἐπίοι, καὶ οὕτω τοὺς πολεμίους καταστρατηγοῦν· ἔπειτα ἐξαίφνης ἐκ προνοίας τινὸς τοῖς ἐναντίοις ἐπιτιθέμενον ἀνίκητον εἶναι πᾶσιν ἀνθρώποις δοκεῖ. τὰ τοίνυν πρὸς οὕτω δόξαν ἔχοντας θαυμαστὴν καὶ συγκεκροτημένους τὰ τοῦ πολέμου καὶ ἅμα τοσούτων ὄντων ἐναντιωμάτων αὐτὸν ἐθέλειν διαγωνίζεσθαι ὑπὲρ τῶν ἐχθρῶν ἦν στρατηγεῖν, ὅπερ οὐ πρὸς ἀνδρὸς ἄν εἴη νοῦν ἔχοντος καὶ στρατηγικὴν ἐμπειρίαν πλουτοῦντος αὐτὸν πολλὰ πάσχειν, μηδὲν ἀντιβλάπτοντα τοὺς ἐχθρούς.
- [←21]
-
λῆρος ἅπαντα ταῦτα σαφής,
- [←22]
-
εἴποι ἄν πρὸς ἡμᾶς ἴσως ὁ παραβλώψ,
- [←23]
-
καὶ τὰ ῥήματα ταῦτα δειλίας ἐστὶ προκαλύμματα· ἔδει γάρ, εἰ γενναῖος ἦσθα καὶ στρατηγικός, ὦ χωλέ, βιάσασθαι τὴν κατὰ τῶν ἐχθρῶν πορείαν μέχρις οὗ δυνατὸν ἦν, παντὸς ἐναντιώματος καταφρονήσαντα· καὶ ὅτε σοι τά τε ὑποζύγια διαπεφωνήκοι ἥ τε τροφὴ ἐπέλιπε καὶ ἀδύνατον ἦν ἐκ τῶν παρόντων τὴν ἀνάγκην παραμυθήσασθαι τηνικαῦτα ὑποστρέφειν· εἶχε γὰρ ἄν εὐσχήμονά σοι τὴν ἀπολογίαν τὰ τῆς ὑποστροφῆς· ὅτε δὲ μηδενὸς τοιούτου συμβάντος ὀλίγον ἐκστρατεύσας ἔπειτα ὑποστρέψαι διενοήθης, πῶς οὐ φανερόν, ὅτι δειλιάσας τὸν ἐχθρόν τοῦτο πεποίηκας; καὶ πῶς ἄν εἴης ἔτι τοῦ λοιποῦ δίκαιος τοιαῦτα κομπάζειν κἀμοὶ περὶ πρωτείων ἀμφισβητεῖν;
- [←24]
-
ταῦτα, ἤν ἐπέλθῃ παραβλῶπι κατ’ ἐμοῦ λέγειν, ὦ ἄνδρες Πέρσαι, οὐκ οἶδα, νὴ τὸν ἡμέτερον προφήτην, τί ἄν ἀποκριθείην· οὕτω μοι δοκῶ παντάπασιν ἀπόρως ἔχειν τῆς ἀπολογίας καί μοι μεταμέλει καὶ τῶν πρότερον εἰρημένων, ὡς κἀκείνων διὰ τῆς νῦν ἀπορίας περιυβρισμένων. ταῦτα γὰρ ἐμφράττει μοι τὸ στόμα, παραιρεῖται τὴν γλῶτταν, ἄγχει, σιωπᾶν ποιεῖ. λείπεται τοίνυν μετὰ πολλῆς ἀτιμίας ἐξωσθῆναί με τοῦ παραδείσου ταῖς δικαιολογίαις οὕτω λαμπρῶς ἡττημένον· ὅπερ οὐκ ἄν ἀνασχοίμην παθεῖν, Τεμύρης γε ὤν.
- [←25]
-
ἴστε τοίνυν ἅπαντες, ταξίαρχοι καὶ στρατιῶται, καὶ ἁπλῶς εἰπεῖν πᾶν γένος καὶ ἡλικία πᾶσα τῶν μετ’ ἐμοῦ συστρατευομένων, ὡς πρότερον ἄν ἐπιλίποι τὰ τῆς τροφῆς ὑμῖν καὶ διαφωνήσοι τὰ ὑποζύγια καὶ τὸ πλεῖον ἄν ἀπόλοιτο τοῦ στρατεύματος λιμῷ τε καὶ πόνοις προαναλωθέν, ἤ ἐγὼ τῶν ἐνταῦθα ὑποστρέψω καὶ παρέξω Τακταμύσῃ καὶ Σκύθαις καυχήσασθαι κατ’ ἐμοῦ.
- [←26]
-
ὡς οὖν τῆς ἐμῆς ἀκηκοότες ἀμεταθέτου βουλῆς, ἕως ἔτι καλῶς ἡμῖν ἔχει τά πάντα, καταφρονήσαντες τῶν παρόντων δυσχερῶν μετὰ πολλῆς προθυμίας ἕπεσθε.
